[ ] Phokis — Delphi — 195/194 BC
1 στραταγέοντος Δικαιάρχου μηνὸς Δίου, ἐν Δελφοῖς δὲ ἄρχοντος Διο-
δώρου μηνὸς Ποιτροπίου, ἐπὶ τοῖσδε ἀπέδοτο Ἰατάδας Δελφὸς
Ἰωνίδα τῶι Ἀπόλλωνι τῶι Πυθίωι τὸ γένος Φωκίδα ἐγ Δαυλίας, τιμᾶς
ἀργυρίου μνᾶν τεσσάρων, καθὼς ἐπίστευσε Ἰωνὶς τῶι θεῶι τὰν ὠνάν,
5 ἐφ’ ὧι αὐτὰν ἐλευθέραν εἶμεν, ποέουσαν ὅ κα θέληι. βεβαιωτὴρ κατὰ
τὸν νόμον· Ἀρίστανδρος Πλυγονεύς. μάρτυρες· τοὶ ἱερεῖς Ξένων,
Ἄθαμβος· Ἀριστόμαχος Ἀριστοβούλου, Νικόδαμος Πεισιλά[ου],
Καλλικλῆς Νικομάχου Δελφοί, Νικάσιππος, Ἄρχων Πλυγονεῖς.
Search Help
Contact Us