[ ] Phokis — Delphi — 150-140 BC
1 ἄρχοντος Ἀν[— — — —] μηνὸς Ποιτροπίου, [βουλευ]-
όντων Ἀριστ[οκλέα τοῦ Φιλονίκ]ου, Δάμωνος τοῦ Πολεμάρ[χου],
ἀπέδοτο Μέ[ντωρ Λ]αιάδα τῶ Ἀπόλλωνι τῶ Πυθίω σῶμα γυ[ναι]-
κεῖον οἰκογεν[ὲς ἇ ὄν]ομα Μενηδύλα, τιμᾶς ἀργυρίου μνᾶν τεσσάρων,
5 καὶ τὰν τιμὰν [ἔχει] πᾶσαν, ἐφ’ ὧτε ἐλευθέραν καὶ ἀνέφαπτον
Μενηδύλα[ν] εἶμεν ἀπὸ πάντων τὸν πάντα χρόνον.
εἰ δέ τις ἐφ[άπτοιτο] ἐπὶ καταδουλισμῶ τοῦ προγεγραμμέ-
νου σώματ[ος, κύριος] ἔστω ἀφαιρείμενος ἐπ’ ἐλευθερία ὁ παρα-
τυχὼν κα[ὶ ὁ βεβαιωτὴρ] Διόδωρος [Δωρο]θέου [καὶ ὁ ἀποδόμενος]. βεβαιωτὴρ
10 κατὰ τοὺς ν[όμους τᾶς] πόλιος· Διόδωρος Δωροθέου. μάρτυρες· ὁ ἱερεὺς
τοῦ Ἀπόλλωος Πολέμαρχ]ος Δάμωνος· Φίλων Στρατάγου, Νικ[․․․․]
Φιλονίκου, Διόδ[ωρος Ὀρέστα], Διονύσιος, Ἐπίνικος.
Search Help
Contact Us