[ ]
Phokis — Delphi — 150-140 BC — BCH 66-67.1942-43.69,1 — Amandry
1 | [ἄρ]χοντος ἐν Ἀντικύρα Δάμωνος μηνὸς Διο- |
[νυ]σίου, ἐν Δελφοῖς δὲ [ἄ]ρχοντος Βαβύλου μηνὸς Ἀμαλ[ίου], | |
[ἀπέδο]το Σωσιγένης Σωσικράτεος Ἀντικυρεὺς τῶι Ἀπόλλωνι τ[ῶι Πυθίωι σῶμα] | |
[γυναικε]ῖον ἇι ὄνομα Σωσὼ καὶ τὸν ὑὸν {²⁶υἱὸν}²⁶ αὐτᾶς ὧι ὄνομα Σώστρατος τὸ γέν[ος] | |
5 | [οἰκογε]νῆ, τιμᾶς ἀργυρί[ο]υ μνᾶν ἕξ, καὶ τὰν τιμὰν ἔχει πᾶσαν. βεβαιωτήρ· Ἀρίστω̣ν |
[Δαμοφά]νεος Δελφός. καθὼς ἐπίστευσαν Σωσὼ καὶ Σώστρατος τῶι θεῶι τὰν ὠνάν· ἐ[φ]’ | |
[ὧιτε ἐλ]ευθέρους εἶμεν καὶ ἀνεφάπτους ἀπὸ πάντων τὸν πάντα χρόνον. [παρα]μεινάν | |
[των δὲ Σωσὼ] καὶ Σώστρατος παρὰ Σωσιγένη, ἄχρι οὗ κα ζώηι Σωσιγέν[η]ς, ποιέοντες | |
[τὸ ποτιτασσόμ]ενον ἀνεγ[κ]λήτως. ἐπεὶ δέ κά τι πάθη Σωσιγένης, ἐλευθέρα | |
10 | ἔστω Σωσὼ |
[καὶ Σώστρατος καὶ] ἀνέφαπτο[ι] ἀπὸ πάντων. εἰ δέ τις ἐφάπτοιτο μετὰ τὸ ἀπ[οθ]α[νε]ῖν Σω[σι]γέν[η] | |
[Σωσοῦς καὶ Σωσ]τράτου ἐπὶ καταδουλισμῶι, ἀποτισάτω ἀργυρίου μ̣[ν]ᾶς [δ]έκα, ὁ[μοί]ω̣ς [δὲ καὶ] | |
[οἱ παρατυγχάνον]τες κύριοι ἐόντων συλήοντες Σωσὼ κα[ὶ] Σώ[σ]τρα[τ]ον ὡς ἐλευθέ[ρους ὄν]- | |
[τας ἀνυπόδικ]ο̣ι̣ ὄντες καὶ ἀ[ζ]άμιοι πάσας δίκας καὶ ζαμίας. [μάρ]τυρες· ὁ ἱερ[ε]ὺς το[ῦ Ἀπολλωνος] | |
[Ἀνδρόνικος] καὶ οἱ ἄρχοντες Ἀρχέλαος Δαμοσθένεος, [Ἰα]τάδας Πάτρωνος, Ἀγίων Κλ[ευδάμου, καὶ ἰδι]- | |
15 | [ῶται Σωσίπατρος (?)] Αἰακίδα, Δαμοσθένης, Δαμοφάνης Δελφοὶ, Τίμαρχος, Ξένων, Ξ̣ενοκράτης [Ἀ]ν̣τ̣ι̣[κυρεῖς]. |