[ ]
Phokis — Delphi — 100-1 BC
1 | ἄρχοντος Στράτωνος τοῦ Ἰατάδα μηνὸς Ἀμαλίου, βουλευόντων Ἐράτωνος, |
Νικία, Κλεομάντιος, ἀπέδοντο Γρῖπος καὶ Φιλὼι τῶι Ἀπόλλωνι τῶι Πυθίωι παιδάρια | |
δύο οἰκογενῆ οἷς ὀνόματα Φίλιππος καὶ Θεοκλῆς, τειμᾶς ἀργυρίου μνᾶν | |
ἕξ, καὶ τὰν τιμὰν ἀπέχοντι πᾶσαν, καθὼς ἐπίστευσαν τῶι Ἀπόλλωνι | |
5 | Φίλιππος καὶ Θεοκλῆς τὰν ὠνάν. βεβαιωτῆρες κατὰ τοὺς νόμους τᾶς |
πόλιος· Πύῤῥος Δρομοκλείδα, Νικίας Κλέωνος. εἰ δέ τις ἐ<φ>άπτοιτο Φιλίπ- | |
που ἢ Θεοκλέος. βεβαίου{ου}ς {²⁶βεβαίους}²⁶ παρεχόντων τῶ θεῶ τὰς ὠνὰς οἵ τε ἀποδόμενοι | |
καὶ οἱ βεβαιωτῆρες· εἰ δὲ μὴ παρέχοισαν τὰς ὠνάς, πράκτιμοι ἔσστω- | |
σαν κατὰ τοὺς νόμους τᾶς πόλιος. κύριοι δὲ ἔστωσαν καὶ οἱ παρατυγχάνον- | |
10 | τες συλήοντες Φίλιππον καὶ Θεοκλῆν ὡς ἐλευθέρους ὄντας ἀζάμιοι ὄντες |
καὶ ἀν{α}υπόδικοι {²⁶ἀνυπόδικοι}²⁶ πάσας δίκας καὶ ζαμίας. μάρτυρες· ἱερεῖς τοῦ Ἀπόλλωνος | |
Λαιάδας Βαβύλου, Νικόστρατος Ἄρχωνος καὶ ἰδιῶται Φιλόνικος Διοδώ- | |
ρου, Καλλίστρατος Αἰακίδα, Πάσων Ὀρέστα, Βαβύλος Αἰακίδα, Κλέων Κλεοδά- | |
μου, Δάμων Μένητος καὶ ὁ νεοκόρος τοῦ Ἀπόλλωνος Δάμων Ὀρθαίου. | |
15 | εἰ δέ τι γένοιτο περὶ Γρῖπον ἢ Φιλὼ ἀνθρώπινον, ποησάτ<ω> τὰ ποτὶ γᾶν πάντα |
Φίλων, καὶ ὅσα κα ἀπολίπωνται, πάντα λαβέτωσαν κοινῶς Φίλων καὶ Φίλιππος. | |
παραμεινάτω δὲ Φίλιππος Γρείπω καὶ Φιλοῖ. |