[ ]
Phokis — Delphi — ca. 140-100 BC
| 1 | ἄρχοντος Ὑβρία, βουλευόντων τὰν δευτέραν ἑξάμη- |
| νον Ἁγίωνος τοῦ Κλεοδάμου, Τιμοκλέος τοῦ Πολύωνος, | |
| γραμματεύοντος δὲ Βαβύλου τοῦ Ἀνδρομένεος, ἀνε- | |
| γράφη ἁ ἀνάθεσις. ἀγωνοθετέοντος Εὐνίκου Τριτέος μη- | |
| 5 | νὸς τετάρτου, ἐν δὲ Φυσκέοις ἄρχοντος Εὐκλείδα μηνὸς |
| Ἀρατύου τριακάδι, ἐν ἐννόμωι ἐκκλησίᾳ, ἀνέθηκε Ἀγη- | |
| σιβούλα Φυσκίς, συνευδοκεόντων τοῦ τε πατρὸς αὐτᾶς | |
| Λύκωνος καὶ τᾶς ματρὸς Ἁρμοξένας, τῶι Ἀπόλλωνι | |
| τῶι Πυθίωι σῶμα γυναικεῖον ἇι ὄνομα Μνασώ, ὥστε ἱερὰν | |
| 10 | εἶμεν καὶ ἀνέφαπτον καὶ ἐλευθέραν Μνασώ. εἰ δέ τι Μνα- |
| σὼ πάθοι ἀγενὴς ὑπάρχουσα, τὰ καταλειφθέντα ὑπὸ | |
| Μνασῶς Ἀγησιβούλας ἔστω. μάρτυροι· ἄρχοντες Εὔ- | |
| νικος, Εὐκλείδας, Δαμοκλείδας, ταμίας Ἀρχέπολις | |
| καὶ οἱ συνπαρόντες ἐν τᾶι ἐκκλησίαι Ἀριστόλαος, Νι- | |
| 15 | κόμαχος, Δαμοτέλης, Δαμοκλείδας, Δαμόκριτος, |
| Ἀρίστων, Θεόσαμος, Ξενόλαος, Μικκίνας, Εἴμηλος, | |
| Ξένων, Λεόντιος Δαμάνθεος, Ἀντιγενείδας, | |
| Χαιρέδαμος, Χαρίδαμος, Ξενοκράτης Παν- | |
| ταινέτου, Ἀριστόλαος. |