[ ] Phokis — Delphi — ca. 150-140 BC
1 ἄρχοντος Εὐκλέος μηνὸς Εἰλαίου, βουλευόντων
τὰν δευτέραν ἑξάμηνον Ἁγίωνος τοῦ Πολυκλείτου,
Καλλικράτεος τοῦ Διοδώρου, γραμματεύοντος Δά-
μωνος τοῦ Ξενοστράτου, ἐπὶ τοῖσδε ἀπέδοτο
5 Δαμὼ Καλλιδάμου, συνευδοκέοντος καὶ τοῦ ἀνδρὸς
αὐτᾶς Ἀμφιστράτου καὶ τῶν υἱῶν αὐτᾶς Καλλιδά-
μου, Μνάσωνος, τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυ-
ναικεῖον ἇι ὄνομα Εὔκλεια τὸ γένος Σύραν, τιμᾶς
ἀργυρίου μνᾶν τεσσάρων, καὶ τὰν τιμὰν ἔχει πᾶσαν,
10 καθὼς ἐπίστευσε Εὔκλεια τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε
ἐλευθέρα εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάντων τὸν
πάντα βίον, ποιέουσα ὅ κα θέλη καὶ ἀποτρέχουσα οἷς κα θέ-
λη. βεβαιωτὴρ κατὰ τοὺς νόμους τᾶς πόλιος· Κλέων
[․․․]ωνος. εἰ δέ τις ἅπτοιτο ἐπὶ καταδουλισμῶι Εὐκλείας,
15 βέβαιον παρεχόντων τῶι θεῶι τὰν ὠνὰν ἅ τε ἀποδομένα
Δαμὼ καὶ ὁ βεβαιωτὴρ Κλέων· εἰ δὲ μὴ παρέχοιν βέβαι-
ον τῶι θεῶι τὰν ὠνάν, πράκτιμοι ἐόντων κατὰ τὸν
νόμον τᾶς πόλιος. ὁμοίως δὲ καὶ οἱ παρατυγχάνον-
τες κύριοι ἐόντων συλέοντες Εὔκλειαν ὡς ἐλευθέ-
20 ραν ἐοῦσαν ἀζάμιοι ἐόντες καὶ ἀνυπόδικοι
πάσας δίκας καὶ ζαμίας. μάρτυροι· τοὶ ἱερεῖς τοῦ Ἀπόλ-
λωνος Πραξίας, Ἀνδρό[νικ]ος καὶ οἱ ἄρχον-
τες Ἁγίων, Καλλικράτης, Δάμων καὶ ἰδιῶται
Κ[λε]ύδαμος Μαντία, Κλέων Διονυσίου, Νικά[ρε]-
25 τος, Ἡρακλείδας Ἀριστοδάμου, Εὐκλείδας [Καλλεί]-
δα, Τιμόκρ{ε}ιτος {²⁶Τιμόκριτος}²⁶.
Search Help