[ ]
Phokis — Delphi — ca. 150-140 BC
| 1 | ἄρχοντος ἐν [Δε]λφοῖς Εὐκλέος μηνὸς Ποιτροπίου, βουλευόντων τὰν |
| πρώταν ἑξάμ[ην]ον Εὐδόκου τοῦ Πραξία, Ἀγησιλάου τοῦ Ταραντίνου, γραμ- | |
| ματεύοντος [δ]ὲ Πολίτα τοῦ Ἀσάνδρου, ἐν δὲ Ἀθήναις στραταγέοντος | |
| Ξενοκλέος μηνὸς Ποσειδεῶνος, ἐπὶ τοῖσδε ἀπέδοτο Ξένων Φιλίστ[ου] | |
| 5 | Ἀθηναῖος τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναικεῖον ἇι ὄνομα Ἀρσινόα τὸ |
| γένος οἰκογενῆ, τιμᾶς ἀργυρίου μνᾶν δέκα, καὶ τὰν τιμὰν ἔχει πᾶσαν, | |
| καθὼς ἐπίστευσε Ἀρσινόα τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλευθέρα εἶ- | |
| μεν κ[αὶ] ἀνέφαπτος ἀπὸ π[άν]των τὸν πάντα βίον, ποιέουσα | |
| ὅ κα θέλη καὶ ἀποτρέχουσα οἷς κα θέλη. βεβαιωτὴρ | |
| 10 | κατὰ τὸν νόμον τᾶς πόλιος· Εὔδοκος Πρα- |
| ξία Δελφός. εἰ δέ τις ἅπτοιτο ἐπὶ | |
| καταδουλισμῶι | |
| Ἀρσινόας, βέβαιον παρεχόντων τῶι | |
| θεῶι τὰν ὠνὰν ὅ τε ἀποδόμενος Ξέ- | |
| 15 | νων καὶ ὁ βεβαιωτὴρ Εὔδοκος· εἰ δὲ μὴ |
| παρέχ[οιεν, πράκτι]μοι ἐόντων κατὰ τὸν νό- | |
| μον τᾶς πόλ[ιος], καὶ ὁμοίως ὁ παρατυχὼν | |
| κύριος ἔστω [σ]υλέων Ἀρσινόαν ὡς ἐ- | |
| λευ[θ]έραν ἐο[ῦσα]ν ἀνυπεύθυνος ἐὼν καὶ | |
| 20 | ἀνυπόδικος πάσας δίκας καὶ ζαμίας. μάρτυροι· |
| Νικόλαος Τίμωνος, Καλ[λί]μαχος καὶ Ὑβρίλαος | |
| Μνασιδάμου, Ἄνδρων Ξενοκλέος, Φίλιστος | |
| Ξένωνος Χαλειεῖς, Διονύσιος Ἐρά[τ]ωνος, Βαβύ- | |
| λος Αἰακίδα, [Λ]αιάδας Βαβύλου, Ξένων Ξενοκρί- | |
| 25 | του, Δαμό[φ]ιλος Ἡρακλείδα, Τιμόκριτος Εὐκλεί- |
| δα Δελφοί. |