[ ]
Phokis — Delphi — 177 BC
1 | στραταγέοντος τῶμ Φωκέων Εὐαινέτου Ἀμβρυσσίου μη- |
νὸς Ἀμαλίου, ἐν Δελφοῖς δὲ ἄρχοντος Μελισσίωνος μηνὸς Δαι- | |
δαφορίου, ἐπὶ τοῖσδε ἀπέδοτο Μέλισσα Λιλαῒς σῶμα γυναικεῖον ἇι ὄνο- | |
μα Ἀριστὼ οἰκογενὲς τῶι Ἀπόλλωνι τῶι Πυθίωι, τιμᾶς ἀργυρί- | |
5 | ου μνᾶν δύο, καθὼς ἐπίσ{ι}τευσε {²⁶ἐπίστευσε}²⁶ Ἀριστὼ τῶ θεῶ τὰν ὠνάν, ἐφ’ ὧτε |
ἐλευθέρα εἶμεν καὶ ἀνέφαπτον οὖσαν ποεῖν ὅ κα θέλη. βεβαιωτῆρες κα- | |
τὰ τὸν νόμον καὶ τὸ σύμβολον· Δάμων [Τε]ιθρώνιος, Διογένης Δελφός. | |
μάρτυροι· οἱ ἱερεῖς Ἄθαμβος, Ἀμύντας, ἰδιῶται Καλλίκων, | |
Ἵππων, Ἄθαμβος, Καλλίερος Δελφοί, Κᾶφις, Ξενοφῶν | |
10 | Λιλαεῖς. ἁ ὠνὰ πὰρ Ἀνδρόνικον τῶ θεῶι. |