[ ]
Phokis — Delphi — 180 BC
1 | στραταγέοντος τῶν Αἰτωλῶν Θόα Τριχονέος τὸ τρίτον μηνὸς Ἱπποδρομί- |
ου, ἐν Δελφοῖς δὲ ἄρχοντος Ἀνδρονίκου μηνὸς Ἰλαίου, ἐπὶ τοῖσδε ἀπέδοτο Ἀντιφά- | |
νης Δαμέα Μυανεὺς τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναικεῖον ἇι ὄνομα Παρθένα, | |
τιμᾶς ἀργυρίου μνᾶν τεσσάρων, καθὼς ἐπίστευσε Παρθένα τῶι θεῶι τὰν ὠνάν, | |
5 | ἐφ’ ὧιτε ἐλευθέραν εἶμεν αὐτὰν καὶ ἀνέφαπτον ἀπὸ πάντων. βεβαιωτὴρ κατὸν |
νόμον καὶ τὰν συμβολάν· Πολύων Σίμωνος Δελφός. μάρτυρε{ι}ς {²⁶μάρτυρες}²⁶· τῶν ἀρχόντων | |
Δαμένης καὶ ὁ προστάτας Δαμοχάρης καὶ ἰδιῶται Ἀνδρόνικος Φρικίδα, Αἰακίδας | |
Φιλαιτώλου, Χαρίξενος Ἀμυνέα, Ζώπυρος Δελφοί, Καλλίξενος Εὐαρχίδα, Πασέας | |
Δάμωνος Μυανεῖς. |