SGDI II 2071
[ ] Phokis — Delphi — 178 BC
1 ἄρχοντος ἐν Δελφοῖς Πραξία μηνὸς Ἀπελλαίου,
Ἄσανδρος Μενάνδρου Βεροιαῖος ἀνατίθησι τῶι
Ἀπόλλωνι τῶι Πυθίωι ἐλευθέραν ἐμ παραθήκηι
Εὐπορίαν τὴν αὐτοῦ παιδίσκην καταβεβληκυῖαν
5 δραχμὰς Ἀλεξανδρείας διακοσίας. συμ-
παραπεμψάτω δὲ Ἄσανδρον εἰς Μακεδονίαν
καὶ ἔστω οὕτως ἐλευθέρα. μάρτυρες·
Μένανδρος Εὐφρονίου, Ἀμύντας Λάτου,
Παράμονος Καλλιστράτου.
Search Help
Contact Us