SGDI II 2070
[ ] Phokis — Delphi — 188 BC
1 βουλαρχέοντος τοῦ Λοκρικοῦ τέλεος Δαμοτέλεος Φυσ-
κέος μηνὸς Ἀγυείου, ἐν Δελφοῖς δὲ ἄρχοντος Ξένωνος
τοῦ Ἀτεισίδα μηνὸς Ἡρακλείου, ἐπὶ τοῖσδε ἀπέδοτο Ἀγή-
σανδρος Πύθωνος Ἀμφισσεὺς τῶι Ἀπόλλωνι τῶι Πυθίωι
5 σῶμα ἀνδρεῖον ὧι ὄνομα Νίκων τὸ γένος Μεγαρέα, τιμᾶς
ἀργυρίου μνᾶν τεσσάρων, καθὼς ἐπίστευσε Νίκων τῶι
θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε αὐτὸν ἐλεύθερον εἶμεν καὶ ἀνέ-
φαπτον, ποέοντα ὅ κα θέληι. βεβαιωτὴρ κατὰ τὸν νόμον·
Σωκράτης Εὐάρχου Ἀμφισσεύς. μάρτυρες· ὁ ἱερεὺς Ξέ-
10 νων, τῶν δὲ ἀρχόντων Ξένων, ἰδιώται Δαμοχάρης,
Πραξίας, Ἀρχέλας Δελφοί, Ξένων, Θεύτιμος Ἀμφισσεῖς.
Search Help
Contact Us