[ ]
Phokis — Delphi — 179 BC
1 | ἄρχοντος Μαντία μηνὸς Θευξενίου, ἀπέδοτο |
Ἀλέξων Δελφός, συνευδοκεόντων τῶν υἱῶν | |
Χαριξένου, Δίωνος, τῶι Ἀπόλλωνι τῶι Πυ- | |
θίωι σῶμα γυναικεῖον ἇι ὄνομα Δορκὰ[ς] | |
5 | τὸ γένος Θρᾶισσαν, ἐπεὶ καὶ αὐ[τὰ] ἐπίστε[υ]- |
σε τῶι θεῶι, ὥστε ἐλευθέρα εἶ[μεν], τιμᾶς | |
ἀργυρίου μνᾶν τεσσάρων. β[εβαι]ωτ[ῆ]- | |
ρες κατὰ τὸν νόμον· Βαβύλο[ς Αἰ]α- | |
κίδα, Ἀγασέας Πολυτιμίδ[α. ἔστ]ω | |
10 | δὲ ἁ ὠνὰ αὐτ[ᾶς] κυρία καὶ βέβαιος τῶι |
θεῶι, ἐπεί κα Ἀλέξων τι πάθη. μάρτυροι· | |
Διόδωρος, Πολέμαρχος, Γλαῦκος, | |
Ταραντῖνος, Ἀρίστων, Ἁρμόδιος. |