[ ]
Phokis — Delphi — 178/177 BC
1 | στραταγέοντος Λυκίσκου Στρατίου μηνὸς Δίου, ἐν Δελ- |
φοῖς δὲ ἄρχοντος Πραξία μηνὸς Ποιτροπίου, ἐπὶ τοῖσ- | |
δε ἀπέδοντο Ἀρχέδαμος, Μένανδρος Διοτίμου Ἀμφισ- | |
σεῖς σῶμα γυναικεῖον ἇι ὄνομα Ἀριστὼ τῶι Ἀπόλλω[νι] | |
5 | τῶι Πυθίωι, τιμᾶς ἀργυρίου μνᾶν τριῶν, ὥστε ἐλευθέραν |
εἶμεν καὶ ἀνέφαπτον ἀπὸ πάντων τὸμ πάντα χρόνον, | |
καθὼς ἐπίστευσε τὰν ὠνάν τῶι Ἀπόλ<λ>ωνι, διατρίβειν τε | |
Ἀριστὼ εἷ κα αὐτὰ θέληι. βεβαιωτὴρ κατὰ τὰν συμβολάν· | |
Λύκος Νικομάχου Ἀμφισσεύς. μάρτυροι· [οἱ] ἱερεῖς | |
10 | τοῦ Ἀπόλλωνος Ἄθαμβος, Ἀμύντας, ἰδιῶται |
Χαρίξενος, Ξένων, Ἀνδρόνικος, Πραξίας | |
Δελφοί, Εὐτυχ[ίδα]ς, Καλλίας, Ξένανθος, | |
Ἀριστοκράτης Ἀμφισσεῖς. |