[ ]
Phokis — Delphi — 178 BC
1 | στραταγέοντος τῶμ Φωκέων Πολυξένου |
Τειθρωνίου, ἐν δὲ Δελφοῖς ἄρ[χ]οντος Πραξία, βου- | |
λευόντων Μνάσωνος, Σωτίμου, Ἀμφιστράτου, μηνὸς | |
Δαιδαφορίου, ἐπὶ τοῖσδε ἀπέδοντο Ξένων, Πολυ- | |
5 | κράτης Λιλαιεῖς τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα |
ἀνδρεῖον ὧι ὄνομα Δαμοκράτης, τιμᾶς ἀργυρίου | |
μνᾶν πέντε, καθὼς ἐπίστευσε Δαμοκράτης τῶι | |
θεῶι τὰν ὠνάν, ἐφ’ ὧστε ἐλεύθερος εἶμεν καὶ | |
ἀνέφαπτος ἀπὸ πάντων τὸμ πάντα βίον, | |
10 | ποέων ὅ κα θέληι. βεβαιωτὴρ κατὰ τὸν νόμον |
καὶ τὰν συμβολάν· Πολύξενος Λεοντομένεος | |
Λιλαιεύς. μάρτυρες· οἵ τε ἱερεῖς Ἄθαμβος, Ἀμύν- | |
τας, τῶν δὲ ἀρχόντων Μνάσων, Σώτιμος, ἰδιῶ- | |
ται Λέων, Διόδωρος, Καλλικράτης Δελφοί, | |
15 | Ξένων Φίλωνος, Ἀντικράτης, Καλλικλέας Λιλαι- |
εῖς. |