[ ]
Phokis — Delphi — 196 BC
1 | στραταγέοντος Ἀλεξομενοῦ μηνὸς Ἀγυείου, ἐν Δελφοῖς δὲ ἄρχοντος Ἐμμενίδα μηνὸς Ἡρακλείου, ἐπὶ τοῖσδε ἀπέδο- |
το Παυσανίας Δαμαινέτου Ἀμφισσεὺς Ὀνασὼ τῶι Ἀπόλλωνι τῶι Πυθίωι τὸ γένος Λάκαιναν, ἀργυρίου μνᾶν | |
τριῶν, καθὼς ἐπίστευσε Ὀνασὼ τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧι αὐτὰν ἐλευθέραν εἶμεν, ποέουσαν ὅ κα θέληι. βεβαιωτὴρ | |
κατὰ τὸν νόμον· Κλέανδρος Χαριξένου Ἀμφισσεύς. μάρτυροι· Ξένων βούλωνος ὁ ἱερεύς, Καλλίκων, Μνάσων | |
5 | Ξένωνος Δελφοί, Σώπολις Ἀσάνδρου Πλυγονεύς, Γοργίας Λακράτεος Λιλαιεύς, Διόδωρος Φιλάγρου Ἀμφισσεύς, |
βουλευόντων Ταραντίνου, Πατρέα, γραμματεύοντος Ἥρυος το[ῦ] Εὐδώρου. ἁ ὠνὰ {․․} παρὰ Ξένωνα Δελφόν, Καλλικλῆ | |
Ἀμφισσῆ. |