[ ] Phokis — Delphi — 182 BC
1 ἄρχοντος Δαμοσθένεος μηνὸς
{μηνὸς} Ἡραίου, ἐπὶ τοῖσδε ἀπέδοτο Νικόπολις
Δελφὶς Μνασίαν τῶι Ἀπόλλωνι τῶι Πυθίωι,
ἀργυρίου μνᾶν τεττάρων, καθὼς ἐπ-
5 ίστευσε Μνασίας τῶι θεῶι τὰν ὠνάν,
ἐφ’ ὧιτε αὐτὸν ἐλεύθερον εἶμεν
καὶ ἀνέφαπτον ἀπὸ πάντων
τὸν πάντα χρόνον, ποιοῦντα
ὅ κα θέλη. βεβαιωτὴρ κατὰ τὸν
10 νόμον· Πραξίας Εὐδόκου Δελφός.
μ{ρ}ά<ρ>τυρες {²⁶μάρτυρες}²⁶· οἱ ἱερεῖς Ἄθαμβος,
Ξένων<ων> καὶ οἱ ἄρχοντες Π-
εισίλαος, Κλεόδαμος, Μαντίας,
ἰδιῶται {αν} Ἀναξανδρίδας,
15 Καλλίας, Χαιρεφάνης,
Ἄνδρων. παραμιν{ι}άτω {²⁶παραμινάτω}²⁶ [δὲ]
παρὰ Νικόπολιν ἄχρι οὗ
κα ζῆ Νικόπολις [π]οιῶν τὸ δέ-
ον Νικοπόλει.
Search Help