[ ]
Phokis — Delphi — 170-157/6 BC
1 | ἄρχοντος Ἐμμενίδα τοῦ Καλλία μηνὸς Βοαθόου, ἐν δὲ Ἐρινεῶ |
δωριαρχέοντος Φιλοκράτεος τοῦ Καλλικράτεος μηνὸς | |
Ἀρχοστασίου, ἀπέδοτο Δικαιόπολις σῶμα γυναικεῖ- | |
ον ἇι ὄνομα Σωσίλα τὸ γένος οἰκογενὴς τῶι Ἀπόλ<λ>ω- | |
5 | νι τῶι Πυθίωι, τιμᾶς ἀργυρίου μνᾶν τεσ<σ>άρων, |
ἐφ’ ὧτε ἐλευθέραν εἶμεν καὶ ἀνέφαπτον ἀπὸ πάν- | |
των τὸν πάντα βίον, καθὼς ἐπίστευσε Σωσίλα | |
τῶ θεῶ τὰν ὠνάν, ποιοῦσα ὅ κα θέλη. βεβαιωτῆ- | |
ρες κατὰ τοὺς νόμους τᾶς πόλιος· Ἐχέδαμ- | |
10 | ος Κλεωνύμου, Νῖκις Νικοβούλου Ἐριναῖοι. |
μάρτυρες οἱ ἱερ<ε>ῖς τοῦ Ἀπόλλωνος Ἀμύντας, Ταρ<αν>τῖ- | |
νος καὶ τοὶ ἄρχοντες Ἀριστίων, Ἄσανδρος, Ἀριστόμ- | |
αχος, ἰδιῶται Εὐκράτης, Χαρίξενος, Διόδωρος | |
Δελφοί, Εὐτέλης Ἐριναῖος. |