[ ] Phokis — Delphi — 170-157/6 BC
1 ἄρχοντος Ἐμμενίδα τοῦ Καλλία μηνὸς Βοαθόου, ἐν δὲ Ἐρινε
δωριαρχέοντος Φιλοκράτεος τοῦ Καλλικράτεος μηνὸς
Ἀρχοστασίου, ἀπέδοτο Δικαιόπολις σῶμα γυναικεῖ-
ον ἇι ὄνομα Σωσίλα τὸ γένος οἰκογενὴς τῶι Ἀπόλ<λ>ω-
5 νι τῶι Πυθίωι, τιμᾶς ἀργυρίου μνᾶν τεσ<σ>άρων,
ἐφ’ ὧτε ἐλευθέραν εἶμεν καὶ ἀνέφαπτον ἀπὸ πάν-
των τὸν πάντα βίον, καθὼς ἐπίστευσε Σωσίλα
τῶ θεῶ τὰν ὠνάν, ποιοῦσα ὅ κα θέλη. βεβαιωτῆ-
ρες κατὰ τοὺς νόμους τᾶς πόλιος· Ἐχέδαμ-
10 ος Κλεωνύμου, Νῖκις Νικοβούλου Ἐριναῖοι.
μάρτυρες οἱ ἱερ<ε>ῖς τοῦ Ἀπόλλωνος Ἀμύντας, Ταρ<αν>τῖ-
νος καὶ τοὶ ἄρχοντες Ἀριστίων, Ἄσανδρος, Ἀριστόμ-
αχος, ἰδιῶται Εὐκράτης, Χαρίξενος, Διόδωρος
Δελφοί, Εὐτέλης Ἐριναῖος.
Search Help
Contact Us