[ ] Phokis — Delphi — 150-140 BC
1 Ἀγωνοθετέοντος Λύκωνος τοῦ Λυκέα
Φυσκέος μηνὸς ὀγδόου, ἐν δὲ Δελφοῖς ἄρχον-
τος Ἀρχία μηνὸς Θευ-
ξενίου, ἀπέδοτο Ἀρι-
5 στόμ[α]χος Τριτεύς,
[συν]ευδοκέον-
[τος τ]οῦ πατρὸς Θευ-
[φ]άνεος, τ[ῶι Ἀ]πόλλω-
]ι τῶι Πυθί[ωι σ]ῶμα ἀν-
10 δρεῖον ὧι ὄνομα Θεύξε-
νος ἐπ’ ἐλευθερίαι ἀνέ-
φαπτον, τιμᾶς ἀργυρίου
μνᾶν τεσσάρων στατήρων
πέντε. προαποδόται κατὰ
15 τὰν συμβολάν· Νικέας Ἀριστείδα Τολ-
φώνιος, Εὔνικος Λασθένεος Τριτεύς.
ἁ ὠνὰ παρ’ Εὐξιτέλη Τριτῆ καὶ παρὰ Μέ-
νητα Δελφόν. τὰν τιμὰν ἀπέχει.
μάρτυροι· Ἀνδρόνικος Φρικίδα ὁ ἱερεύς,
20 Μένης Πεισιστράτου, Ἀθανίων, Δα-
μοφάνης Ἀρίστωνος Δελφοί, Κλεόδαμος,
Εὐάγορος, Εὐξιτέλης, Εὔνικος, Π[ε]ι-
σέας, Δαμόφιλος, Νικέας.
Search Help
Contact Us