[ ]
Phokis — Delphi — 188 BC
1 | ἄρχοντος Ξέ[ν]ωνος τοῦ Ἀτεισίδα μηνὸς Ἰλαίου, ἐπὶ τοῖσδε ἀπέδοτο |
Θαῤῥίκων Τιμοκλέος Δελφὸς τῶι Ἀπόλλωνι τῶι Πυθίωι σώματα γυ- | |
ναικεῖα δύο αἷς ὀνόματα Ζωπυρίς, Δικαιαγόρα καὶ ἀνδρεῖα δύο οἷς ὀνό- | |
ματα Νικόβουλος, Ξενομένης, τιμᾶς ἀγυρίου μνᾶν δώδεκα, καθὼς ἐπί- | |
5 | στευσαν Ζωπυρίς, Δικαιαγόρα, Νικόβουλος, Ξενομένης τῶι θεῶι τὰν ὠνὰν, |
ἐφ’ ὧιτε αὐτοὺς ἐλευθέρους εἶμεν καὶ ἀνεφάπτους τὸμ πάντα βίον, ποέ- | |
οντας ὅ κα θέλωντι. βεβαιωτῆρες κατὰ τὸν νόμον· Ἁγίων Ἁγίωνος, Ἀρχέ- | |
λαος Πυθοφάνεος, — — — Μαχάτας Νικοβούλου Δελφοί, — — — Μένανδρος Τιμαίου | |
Ἀπολλωνιεύς. μάρτυρες· τοὶ ἱερεῖς Ξένων, Ἄθαμβος, ἰδιῶται Ὀρθαῖος Χάρη- | |
10 | τος, Κλεόδαμος Κλέωνος, Πράξων Πλείστωνος, Ἄνδρων Ζηνέα, Διό- |
δωρος Μνασιθέου. |