[ ]
Phokis — Delphi — 181 BC
1 | ἄρχοντος Ἀνδρονίκου μηνὸς Δαιδαφορίου, |
ἐπὶ τοῖσδε ἀπέδοτο Πυθίνας Ἀνδρέα Ἀμβρύσσι- | |
ος τῶ Ἀπόλλωνι τῶ Πυθίωι σῶμα γυναικεῖον ἇ ὄνομα | |
Ἀμβροσία, τιμᾶς ἀργυρίου μνᾶν τεσσάρων, καθὼς ἐπί- | |
5 | στευσε τῶ θεῶ τὰν ὠνὰν Ἀμβροσία, ἐφ’ ὧ αὐτὰν ἐλευ- |
θέραν εἶμεν καὶ ἀνέφαπτον τὸν πάντα βίον, ποιοῦ- | |
σαν ὅ κα θέλη. βεβαιωτήρ· Ξενοκράτης Μεδεώνιος. | |
μάρτυρες· οἱ ἱερεῖς Ξένων, Ἄθαμβος καὶ τοὶ ἄρχοντες | |
Κλεύδαμος, Μενέστρατος, Μαντίας, ἰδιῶται Ξένων | |
10 | Γλαύκου, Διόδωρος, Ἀριστίων. |