[ ] Phokis — Delphi — 181 BC
1 ἄρχοντος Ἀνδρονίκου μηνὸς Δαιδαφορίου,
ἐπὶ τοῖσδε ἀπέδοτο Πυθίνας Ἀνδρέα Ἀμβρύσσι-
ος τῶ Ἀπόλλωνι τῶ Πυθίωι σῶμα γυναικεῖον ἇ ὄνομα
Ἀμβροσία, τιμᾶς ἀργυρίου μνᾶν τεσσάρων, καθὼς ἐπί-
5 στευσε τῶ θεῶ τὰν ὠνὰν Ἀμβροσία, ἐφ’ ὧ αὐτὰν ἐλευ-
θέραν εἶμεν καὶ ἀνέφαπτον τὸν πάντα βίον, ποιοῦ-
σαν ὅ κα θέλη. βεβαιωτήρ· Ξενοκράτης Μεδεώνιος.
μάρτυρες· οἱ ἱερεῖς Ξένων, Ἄθαμβος καὶ τοὶ ἄρχοντες
Κλεύδαμος, Μενέστρατος, Μαντίας, ἰδιῶται Ξένων
10 Γλαύκου, Διόδωρος, Ἀριστίων.
Search Help
Contact Us