[ ] Phokis — Delphi — 150-140 BC
1 ἄρχοντος Δεξώνδα τοῦ Δάμωνος μηνὸς Ἰλαί-
ου, ἐπὶ τοῖσδε ἀπέδοτο Λέαινα τῶι Ἀπόλλω{ι}-
νι {²⁶Ἀπόλλωνι}²⁶ τῶι Πυθίωι σῶμα γυναικεῖον ἇι ὄνομα Εὔκλε-
α, τιμᾶς ἀργυρίου μνᾶν δύο ἡμιμναίου, καὶ τὰν
5 τιμὰν ἔχει πᾶσαν, συνευδοκεούσας καὶ
τᾶς θυγατέρος αὐτᾶς Φιλοκ[ρ]ατείας, καθὼς ἐπίσ-
τευσε τὰν ὠνὰν τῶι θεῶι Εὔκλεα, ἐφ’ ὅτωι ἐλευ-
θέρα εἶμεν καὶ ἀνέφαπτος τὸν πάντα χρόνον ἀ-
πὸ πάντων καὶ ἀποτρέχουσα οἷς κα θέλη. βε-
10 βαιωτὴρ κατὰ τοὺς νόμους τᾶς πόλιος· Ἁγί-
ων Κλεοδάμου. μάρτυρες· τοὶ ἱερεῖς τοῦ Ἀ-
πόλλωνος Ἀνδρόνικος Φρικίδα, Πραξίας Εὐδό-
κου· Σώστρατος Σωτύλου· Πολύκλειτος Κλεοδά-
μου, Καλλείδας Εὐκλείδα, Μένων Σω[τ]ίμου, Διονύ-
15 σιος Ἀστοξένου, Ἰατάδας, Ἄσανδρος, Πολίτας Ἀ-
σάνδρου.
Search Help
Contact Us