[ ] Phokis — Delphi — 169/168 BC
1 ἄρχοντος Κλευδάμου μηνὸς Ποιτροπίου, ἐπὶ τοῖσδε
ἀπέδοτο Σωτύλος Σωστράτου, συνεπαινεούσας
τᾶς γυναικὸς Ἀρισ[το]νίκας καὶ τᾶς θυγατέρος Νικαίας
καὶ τοῦ υἱοῦ [Σω]στράτου τῶι Ἀπόλλωνι
5 τῶι Πυθίωι σῶμ[α ἀν]δρεῖον ὧι ὄνομα Στόλος,
τιμᾶς ἀργυ[ρίου μνᾶν]
τεσσάρων, [καὶ τὰν τιμὰν]
ἔχει, καθὼς [ἐπίστευσε]
Στόλος τ[ῶι θεῶι τὰν ὠνάν],
10 ἐφ’ ὧιτε ἐλ[εύθερος εἶμεν καὶ]
ἀνέφαπτ[ος ἀπὸ πάντων τὸν]
πάντα βί[ον. βε]-
βαιωτὴρ κ[ατὰ τὸν νόμον· Ἀστό]-
ξενος Διονυ[σίου. μάρτυρες· Τα]-
15 ραντῖνος ὁ ἱε[ρεὺς καὶ τῶν ἀρχόντων Ἄσαν]-
δρος, Ἄρχων· Ὀρ[έστας],
Φίλαγρος, Ἀντι[— — —]-
ξενος.
Search Help
Contact Us