[ ]
Phokis — Delphi — 180 BC
1 | ἄρχοντος Μαντία τοῦ Πολύωνος μηνὸς Βουκατίου, ἐπὶ τοῖσδε |
ἀπέδοτο Ἀριστοκράτεια Δελφὶς τῶι Ἀπόλλωνι τῶι Πυθίωι | |
σῶμα γυναικεῖον ἇι ὄνομα Νικασώ, τιμᾶς ἀργυρίου μνᾶν ἕξ. | |
βεβαιωτὴρ κατὰ τὸν νόμον· Δαμένης. παραμεινάτω δὲ Νικα- | |
5 | σὼ παρὰ Ἀριστοκράτειαν ἔτη ὀκτὼ ἀνεγκλήτως ποιέουσα |
τὸ ποτιτασσόμενον πᾶν τὸ δυνατόν· εἰ δὲ μὴ ποέοι, κυρία | |
ἔστω Ἀριστοκράτεια κολάζουσα καθώς κα θέληι. εἰ δέ τι | |
πρότερον πάθοι Ἀριστοκράτεια, τὸν κατάλοιπον χρόνον | |
παρὰ Ἀριστονίκαν μεινάτω· ἐπεὶ δέ κα διέλθωντι | |
10 | τὰ ὀκτὼ ἔτη{ι}, ἐλευθέρα ἔστω κυριεύουσα αὐτοσαυ- |
τᾶς, ἀνέφαπτος ἐοῦσα ἀπὸ πάντων τὸν πάν- | |
τα βίον, ποιέουσα ὅ κα θέληι, καθὼς ἐπίστευ- | |
σε τῶι θεῶι τὰν ὠνάν. μάρτυρες· τοὶ ἄρχον- | |
τες Διόδωρος, Ξένων, Σωσίνικος. |