[ ]
Phokis — Delphi — 195 BC
| 1 | ἄρχοντος Ὀρθαίου τοῦ Μαντία μηνὸς Θεοξενίου, βουλευόντων Λύσωνος, Κλεοδάμου, |
| γραμματεύοντος Παρνασσίου, ἀπέδοτο Νικόδαμος Πεισίλα Κλεονίκαν τῶι Ἀπόλλωνι | |
| τῶι Πυθίωι ἀργυρίου πέντε ἡμιμναίων, καὶ τὰν τιμὰν ἔχει πᾶσαν, καθὼς ἐπίστευσε Κλεονίκα | |
| τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧι αὐτὰν ἐλευθέραν εἶμεν, ποέουσαν ὅ κα θέληι. βεβαιωτήρ· Γλαῦκος | |
| 5 | Ξένωνος, κατὸν νόμον. βέβαιον δὲ παρεχέτω {ι} ὅ τε ἀποδόμενος καὶ ὁ βεβαιωτήρ· εἰ δὲ μή, |
| ἀποτεισάντων αὐτὰ καὶ τὰ ἡμιόλια. μάρτυρες· Ξένων, Ἄθαμβος· Καλλικλῆς, Ἀριστόμαχος, | |
| Πεισίστρατος. |