[ ]
Phokis — Delphi — 189 BC
1 | ἄρχοντος Καλλικράτεος μηνὸς Ἰλαίου, ἐπὶ τοῖσδε ἀπέδοντο Γλαῦκος |
Ξένωνος, Θεύξενος Δρομοκλείδα, Ἀνδρομένης Νικάνορος Δελφοὶ | |
τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναικεῖον ἇι ὄνομα Δαμὼ οἰκογενῆ, | |
τιμᾶς ἀργυρίου μνᾶν πέντε, καθὼς ἐπίστευσε Δαμὼ τῶι θεῶι τὰν ὠνάν, | |
5 | ἐφ’ ὧιτε αὐτὰν ἐλευθέραν εἶμεν καὶ ἀνέφαπτον ἀπὸ πάντων τὸμ πάντα |
βίον, ποέουσαν ὅ κα θέληι. βεβαιωτῆρες κατὰ τὸν νόμον· Δεξικράτης | |
Μνασιθέου, Ἐτυμώνδας Εὐκλέος. μάρτυρες· τῶν ἀρχόντων Καλλί- | |
ας, ἰδιῶται Δαμοχάρης, Εὐκλείδας, Τιμόθεος, Διόδωρος, Χαρίξε- | |
νος. |