[ ] Phokis — Delphi — 189 BC
1 ἄρχοντος Καλλικράτεος, βουλευόντων Γλαύκου τοῦ Ξένωνος,
Δεξικράτεος τοῦ Μνασιθέου, Καλλία τοῦ Ἐμμενίδα, μηνὸς Θεοξενίου,
ἐπὶ το[ῖ]σδε ἀπέδοντο Ἅρμιχον, Ἀρισταγόρα, Τελεσὼ τῶι Ἀπόλλω-
νι τῶι Πυθίωι σῶμα ἀνδρεῖον ὧι ὄνομα Κτήσων, τιμᾶς· ἀργυ-
5 ρίου μνᾶν πέντε, καὶ τὰν τιμὰν ἔχοντι, καθὼς ἐπίστευσε Κτή-
σων τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε αὐτὸν ἐλεύθερον εἶμεν καὶ ἀνέφα-
πτον ἀπὸ πάντων τὸμ πάντα βίον καὶ ποέοντα ὅ κα θέληι. βεβα[ι]-
ωτῆρες κατὰ τὸν νόμον τᾶς πόλιος· Ἁγίων Καλλικράτεος,
Ἁβρόμαχος Εὐαγόρα. μάρτυρες· Μνάσων Ξένωνος, Κλεόδαμος
10 Κλέωνος, Ἁγίων, Παρνάσσιος Κλέωνος, Αἰακίδας Βαβύλου,
Πεισίλας, Πύῤῥος, Δαμοχάρης Καλλείδα, Αἰακίδας.
Search Help
Contact Us