[ ] Phokis — Delphi — 189 BC
1 στραταγέοντος Νικάνδρου μηνὸς Εὐθυαί-
ου, ἐν Δελφοῖς δὲ ἄρχοντος Καλλικράτεος
μηνὸς Ἀμαλίου, ἐπὶ τοῖσδε ἀπέδοτο
Θευκρίτα Ἀμφισσὶς Νικαίαν τῶ Ἀπόλλωνι τῶ
5 Πυθίω τὸ γένος οἰκογενῆ, ἀργυρίου μνᾶν τεσ-
σάρων, καθὼς ἐπίστευσε Νικαία τῶ θεῶ τὰν ὠ-
νάν, ἐ[φ’] ὧι αὐτὰν ἐλευθέραν εἶμεν ποιοῦσαν ὅ κα θέλη.
βεβαιωτ[ῆ]ρες κατὰ τὸν νόμον· Παντέας, Εὔδικος
Χαριξένου Ἀμφισσεῖς. τὰν τιμὰν ἔχει. μάρτυροι· τοὶ ἱερεῖς
10 Ξένων καὶ τοὶ ἄρχοντες Γλαῦκος, Δεξικράτης, Καλλίας· Ἁβρόμαχος Δελφ-
{φ}οί {²⁶Δελφοί}²⁶, Ἀλέξων, Ἄνδρων, Κλέανδρος, Καλλικράτης Ἀμφισσεῖς,
Πυῤῥίων Φα[λ]λικαῖος, Οἰνοτίων Τολφώνιος. ἁ ὠνὰ παρὰ Ἀρ-
χέλαον Δελφόν, Ἀλέξωνα Χαριξένου Ἀμφισσῆ.
Search Help
Contact Us