SGDI II 2002
[ ] Phokis — Delphi — 197 BC
1 στραταγέοντος Ἀλεξαμενοῦ μηνὸς Ἀθαναίου, ἐν Δελφοῖς δὲ
ἄρχοντος Ἐμμενίδα μηνὸς Ἡραίου, ἐπὶ τοῖσδε ἀπέδοτο Γλαῦκος
Π[λ]υγονεύς, Ἐχεκλῆς Πλυγονεὺς Ἁρμὼ τῶι Ἀπόλλωνι τῶι Πυθίωι
τὸ γένος Σύραν, τιμᾶς ἀργυρίου μνᾶν τεττάρων, καθὼς
5 ἐπίστευσε Ἁρμὼ τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧι αὐτὰν ἐλευθέραν
εἶμεν, ποιεῖν ὅ κα θέληι. βεβαιωτὴρ κατὰ τὸν νόμον· Πάτρων
Πλυγονεύς. μάρτυρες· τοὶ ἱερεῖς Ἄθαμβος, Ξένων·  Εὐρυμήδης,
Ζηνέας Ἁγνία, Παρνάσσιος Κλέωνος, Νικαγόρας Δελφοί,
Ἄρχιππος [Ν]αυπάκτιος, Χαιρώνδας Ἀμβρύσσιος.
Search Help
Contact Us