[ ] Phokis — Delphi — 170/169 BC
1 ἄρχοντος Λαιάδα [μη]νὸς
Ποιτροπίου, ἀπέδοτο Καλλί-
ξ[ε]νος Ἀρχία Οἰανθεὺς τῶι
Ἀπόλλωνι τῶι Πυθίωι σῶμα
5 γυναικεῖον ἇι ὄνομα Κλεώ, τιμᾶ[ς]
ἀργυρίου μνᾶν τριῶν. βεβαιωτὴ[ρ]
κατὰ τὸν νόμον· [Ν]ικόστρατος Π[ολεμ]-
άρχου Οἰανθε[ύς. καθ]ὼς ἐπίστευ[σε]
Κλεὼ τῶι θ[εῶι τὰν] ὠνάν. μάρτυ-
10 ρες· Καλλία[ς, Εὔαρχ]ος, Εὐκλῆς
[κ]αὶ οἱ ἱ[ε]ρεῖς [Ἀμύντας], Ταραντῖνο[ς]
[κα]ὶ οἱ ἄ[ρ]χοντε[ς Βάκχιο]ς, Ἀριστίων.
Search Help
Contact Us