[ ]
Phokis — Delphi — 194 BC
1 | στραταγέοντος Δικαιάρχου Τριχονέος τὸ πρῶτον μηνὸς Ὁμολωΐου ὡς Αἰτωλοὶ ἄγοντι, |
ἐν Δελφοῖς δὲ ἄρχοντος Διοδώρου τοῦ Μνασιθέου μηνὸς Βυσίου, ἀπέδοτο Λύκωπος | |
Ἀμφισσεὺς τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναικεῖον ἇι Κοσσύφα τὸ γένος | |
οἰκογενῆ, τιμᾶς ἀργυρίου μνᾶν πέντε, ἐφ’ ὧι αὐτὰν ἐλευθέραν εἶμεν <καὶ> ἀνέφαπτον, | |
5 | καθὼς ἐπίστευσε αὐτὰ τῶι θεῶι. βεβαιωτὴρ κατὰ τὸν νόμον· Ἀγήσων Στρομβίχου |
Ἀμφισσεύς. μάρτυρες ἐπὶ τούτοις· ἱερεῖς Ξένων, Ἄθαμβος, ἄρχων Διων, ἰδιῶται Νίκων, | |
Ἀριστόδαμος, Ξενόδοκος Ἡράκων Ἀμφισσεῖς, Βούλων, Δαμοχάρης, Λύκων Δελφοί, | |
Διονύσιος Πλυγονεύς. |