[ ] Phokis — Delphi — 195 BC
1 στραταγέοντος Ἀλεξάνδρου Κα[λ]υδωνίου
τὸ δεύτερον μηνὸς Ἀγυείου, ἐν δὲ Δελ]ο[ῖς] ἄρχοντ-
ος Ὀρθαίου τοῦ Μαντία μηνὸς Ἡρακλείου, ἀπέδοτο
Ἄλεξις, συνευδοκέοντος τοῦ υἱοῦ Ξενία, Ἀμφισσεῖς
5 τῶ Ἀπόλλωνι <ἐπὶ τοῖσδε> τῶι Πυθίωι σῶμα ἀνδρεῖ-
ον ὧι ὄνομα Νίκανδρος τὸ γένος Λάκων, καθὼς ἐπίσ-
τευσε Νίκανδρος τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλεύ-
θερος εἶμεν, τιμᾶς ἀργυρίου μνᾶν τ[ε]τ<τ>άρων.
προαπέδοτο κατὰ τὸν νόμον Ξενέας Θευτίμο[υ].
10 μάρτυροι· Δελφοὶ Ἀρχέλαος, Ξεν[ο]κρά[τ]ης,
Ἀρχέλαος, Εὐρύμαχος, Ἀθανίων, Ἀμφισ-
σεῖς Φίλων, Σωσίπολις, Κρατῖνος.
Search Help
Contact Us