[ ]
Phokis — Delphi — 150-140 BC
| 1 | ἄρχοντος Εὐδώρου μηνὸς Βυσίου, ἐπὶ τοῖσδε ἀπέδοτο Σῖμον |
| Ἀμεινία τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναικεῖον ἇι ὄνομα | |
| Σωσικράτεια, ἀργυρίου μνᾶν τεσσάρων, καὶ τὰν τιμὰν ἔχει | |
| πᾶσαν. βεβαιωτὴρ κατὰ τὸν νόμον τᾶς πόλιος· Ξένων Κλέω- | |
| 5 | νος. παραμεινάτω δὲ Σωσικράτεια παρὰ Σῖμον ἕως κα ζώη |
| Σῖμον ποιοῦσα τὸ δυνατὸν πᾶν ἀνεγκλήτως. εἰ δέ τι πάθοι Σῖμον, | |
| ἐλευθέρα ἔστω Σωσικράτεια, καθὼς ἐπίστευσε τὰν ὠνάν, ἐφ’ ὅτωι | |
| ἔσται ἐλευθέρα καὶ ἀνέφαπτος ἀπὸ πάντων τὸν πάντα χρόνον, ποι- | |
| οῦσα ὅ κα θέλη. εἰ δέ τις ἐφάπτοιτο ἐπὶ κατα[δ]ουλισμῶι Σωσικρατείας, | |
| 10 | κύριος ἔστω ὁ παρατυχὼν συλέων ὡς ἐλευθέραν οὖσαν ἀζάμιος ὢν |
| καὶ ἀνυπόδικος πάσας δίκας καὶ ζαμίας. μάρτυρες· οἱ ἄρχοντες Θρα- | |
| συκλῆς, Ἀντιγένης, Εὐκλῆς· Ἀρτεμίδωρος, Ἰατάδας, Ἀριστόδαμος, | |
| Ἀριστέας. |