[ ]
Phokis — Delphi — 182 BC
| 1 | ἄρχοντος Ἀρισταινέτου μηνὸς Θεοξενίου, ἐπὶ τοῖσδε ἀπέ- |
| δοτο Κλεώνυμος Ἐχεδάμου Ἐριναῖος τῶι Ἀπόλλωνι τῶι | |
| Πυθίωι σῶμα γυναικεῖον ἇι ὄνομα Ῥόδιον οἰκογενῆ, τιμᾶς | |
| ἀργυρίου μνᾶν δύο· βεβαιωτὴρ κατὰ τὸν νόμον· Μικκύλος Νικο- | |
| 5 | κράτεος Ἐριναῖος· ἐφ’ ὧιτε ἐλευθέραν εἶμεν Ῥόδιον, καθὼς ἐπί- |
| στευσε τῶι θεῶι τὰν ὠνάν. παραμεινάτω δὲ Ῥόδιον παρὰ Κλεώνυ- | |
| μον ἄχρι κα ζώηι Κλεώνυμος· εἰ δέ κα μὴ παραμείνη Ῥόδιον, κύριος | |
| ἔστω Κλεώνυμος ἐπιτιμέων τρόπωι ὧι κα θέληι. μάρτυρες· | |
| τοὶ ἱερεῖς Ξένων, Ἄθαμβος καὶ τοὶ ἄρχοντες Εὐκράτης, Κλέων, ἰδιῶται | |
| 10 | Εὐκλείδας, Δαμοχάρης, Καλλίκων, Δίων, Ἀρχέλαος. |