[ ]
Phokis — Delphi — 182 BC
1 | ἄρχοντος Δαμοσθένεος μηνὸς Δαιδαφορίου, ἐπὶ τοῖσδε |
ἀπέδοτο Διόδωρος Μνασιθέου Δελφὸς τῶι Ἀπόλλωνι | |
τῶι Πυθίωι σῶμα γυναικεῖον ἇι ὄνομα Λύκα, τιμᾶς ἀργυ- | |
ρίου μνᾶν τεσσάρων ἡμιμναίου, καθὼς ἐπίστευσε | |
5 | Λύκα τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλευθέρα εἶμεν |
καὶ ἀνέθαπτος ἀπὸ πάντων τὸν πάντα βίον, ποιέουσα | |
ὅ κα θέληι. βεβαιωτὴρ κατὸν νόμον· Χαρίξενος Ἀμυνέα | |
Δελφός. μάρτυρες· τοὶ ἄρχοντες Κλεύδαμος, Πεισίλα- | |
ος, ἰδ[ι]ῶται Ἀνδρόνικος Πατρέα, Εὐκλείδας Καλλείδα, | |
10 | Κρά[τ]ων Φρικίδα, Φιλίσκος. |