[ ]
Phokis — Delphi — 150-140 BC
1 | ἄρχοντος Εὐδώρου μηνὸς Ἀμαλίου, ἀπέδοτο Τείσιχον Ὀρθα[ίου], |
συνευδοκέοντος Ἀστοξένου, τῶι Ἀπόλλωνι τῶι Πυθίωι | |
σῶμα γυναικεῖον ἇι ὄνομα Φιλωτὶς ἐνδογενῆ, τιμᾶς ἀργυρίο[υ] | |
μνᾶν τριῶν ἡμιμναίου, καὶ τὰν τιμὰν ἔχει. βεβαιωτὴρ κατὰ | |
5 | τοὺς νόμους τᾶς πόλιος· Ἀριστίων Ἄγωνος. μάρτυροι· οἱ ἱε- |
ρεῖς τοῦ Ἀπόλλωνος Ἀνδρόνικος, Πραξίας· Μένης ὁ ναοκόρος | |
καὶ οἱ ἄρχοντες Θρασυκλῆς, Εὐκλῆς, ἰδιῶται Ἀστόξενος, Δη- | |
μήτριος, Διονύσιος Ἀστοξένου. |