[ ] Phokis — Delphi — 150-140 BC
1 ἄρχοντος Εὐδώρου μηνὸς Ἀμαλίου, ἀπέδοτο Τείσιχον Ὀρθα[ίου],
συνευδοκέοντος Ἀστοξένου, τῶι Ἀπόλλωνι τῶι Πυθίωι
σῶμα γυναικεῖον ἇι ὄνομα Φιλωτὶς ἐνδογενῆ, τιμᾶς ἀργυρίο[υ]
μνᾶν τριῶν ἡμιμναίου, καὶ τὰν τιμὰν ἔχει. βεβαιωτὴρ κατὰ
5 τοὺς νόμους τᾶς πόλιος· Ἀριστίων Ἄγωνος. μάρτυροι· οἱ ἱε-
ρεῖς τοῦ Ἀπόλλωνος Ἀνδρόνικος, Πραξίας· Μένης ὁ ναοκόρος
καὶ οἱ ἄρχοντες Θρασυκλῆς, Εὐκλῆς, ἰδιῶται Ἀστόξενος, Δη-
μήτριος, Διονύσιος Ἀστοξένου.
Search Help