[ ]
Phokis — Delphi — 184 BC
1 | ἄρχοντος ἐν Δελφοῖς Εὐκράτεος μηνὸς Ἐνδυσποιτροπίου, στραταγέοντος δὲ Ἀλεξάνδρου Καλυδωνίου τὸ τρίτον μηνὸς |
Διονυσίου, ἐπὶ τοῖσδε ἀπέδοτο Πραξίδαμος Ἀμφισσεὺς σῶμα ἀνδρεῖον ὧι ὄνομα Δάζιμος τῶι Ἀπόλλωνι τῶι Πυθίωι, | |
ἀργυρίου μνᾶν ἑπτά, καθὼς ἐπίστευσε Δάζιμος τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε αὐτὸν ἐλεύθερον εἶμεν, ποιέοντα ὅ κα θέληι. | |
βεβαιωτήρ· Εὔδικος Χαριξένου. ὑπηρετείτω {ι} δὲ Δάζιμος Πραξιδάμωι τὰ δυνατὰ μέχρι οὗ κα βιώ{ι}η {²⁶βιώη}²⁶ Πραξίδαμος. | |
5 | μάρτυρες· ὁ ἱερεὺς Ἄθαμβος καὶ τῶν ἀρχόντων Κράτων, Σωδαμίδας· Εὐκράτης, Δάμων, Λεπτίνας Δελφοί, |
Νίκων, Ταυρίων, Ἀλεξίμαχος, Ἀρίσταρχος, Κλεύδαμος Ἀμφισ<σ>εῖς. |