[ ] Phokis — Delphi — 184 BC
1 στραταγέοντος Ἀλεξάνδρου τὸ τρίτον Καλυδωνίου μηνὸς Εὐθυαίου,
ἐν δὲ Δελφοῖς ἄρχοντος Εὐκράτεος μηνὸς Ἀμαλίου, ἀπέδοτο Κρινόλαος
πατρὸς Πυσπάλου Ἄξιος τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναικεῖον
ἇι ὄνομα Μελίτα τὸ γένος Λυδά, τιμᾶς ἀργυρίου μνᾶν τεσσάρων στατήρων
5 δεκαοκτὼ δραχ<μ>ᾶς· βεβαιωτῆρες· Πολέμαρχος Παυσανία Δελφός, Στρόμβιχος
Πυσπάλου, Ξενοίτας Ἀντόχου Ὀάξιοι· ἐφ’ ὧι Μελίταν ἐλευθέραν εἶμεν
KAI\ A)NE/FAPTON, POIE/OUSAN O(/ KA QE/LHI, KAQW\S E)PI/STEUSE *MELI/TA TW=I QEW=I
TA\N W)NA/N. EI) DE/ TIS E)PILAMBA/NOITO *MELI/TAS, E)COUSI/A E)/STW TW=I PERITUXO/NTI
συλέοντι καὶ προϊσταμένωι Μελίτας ὑπὲρ τὸν θεόν. μάρτυρες· τοὶ ἱερεῖς
10 Ξένων, Ἄθαμβος· Κράτων Νικοδάμου, Σωδαμίδας Εὐαγγέλου·
Ἡράκλειτος, Θεογένης, Λέων Εὐανθεῖς.
Search Help
Contact Us