[ ]
Phokis — Delphi — 150-140 BC
1 | ἄρχοντος Ἀρχία μηνὸς Ἀμαλίου, ἀπέδοντο Ἀ- |
στόξενος Διονυσίου, Χαρῖνος Παρνασσίου τῶι | |
Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναικεῖον ἇι ὄνομα Σω- | |
σίχα τὸ γένος ἐνδογενῆ, τιμᾶς ἀργυρίου μνᾶν τριῶν, καὶ | |
5 | τὰν τι[μ]ὰν ἔχοντι, καθὼς ἐπίστευσε Σωσίχα τὰν ὠνὰν |
τῶ θεῶ, ἐφ’ ὧτε ἐλευθέραν εἶμεν καὶ ἀνέφαπτον ἀπὸ | |
πάντων τὸν πάντα χρόνον, ποιοῦσαν [ὅ] κα θέλη καὶ ἀπο- | |
τρέχουσαν ὅπ’{․․․} ἂν {κα} θέλη. βεβαιωτὴρ κατὰ τοὺς νό- | |
μους τᾶς πόλι{․․․}ος {²⁶πόλιος}²⁶· Ἀρχέλαος Πραόχου. μάρτυροι· οἱ ἄρχον- | |
10 | τες [Δ]ρομοκλείδας, Ἐμμενίδας, ἰδιῶται Διόδωρος, Κλέων. |