[ ]
Phokis — Delphi — 150-140 BC
| 1 | ἄρχοντος Πεισιθέου μηνὸς Ποιτροπίου, |
| ἀπέδοτο Θευγένης καὶ Λείριον τῶι Ἀ- | |
| πόλλωνι τῶι Πυθίωι κορίδια δύο ἐπ’ ἐ- | |
| λευθερίαι, ἃ ἐξεθρέψαντο αὐτοί, αἷς ὀ- | |
| 5 | νόματα Σωσὼ καὶ Διονυσία, τιμᾶς ἀρ- |
| γυρίου μνᾶν ἕξ, καὶ τὰν τιμὰν ἔχον- | |
| τι πᾶ[σ]αν. βεβαι[ω]τὴρ κατὰ τὸν νό- | |
| μον· Εὔδοκος. [π]αραμεινάν- | |
| των δὲ Σωσὼ καὶ Διον[υ]σία παρὰ | |
| 10 | Θευγένη καὶ Λίριον ἇς κα ζώωντι |
| Θεογένης καὶ Λίριον ποιοῦσαι τὸ ποτιτασ- | |
| σόμενον [τ]ὸ δυνατόν· εἰ δὲ μή, κύριος ἔ- | |
| στω Θεογένης καὶ Λίριον κολάζοντες | |
| τρόπωι ὧι κα θέλωντι. ἐπεὶ δέ κά τι πάθων- | |
| 15 | τι οὗτοι, ἐλεύθεροι ἔστωσαν Σωσὼ καὶ Δι- |
| ονυσία, καθὼς ἐπίστευσαν τὰν ὠνὰν | |
| τῶι θεῶι, καὶ αὐταὶ καὶ τὰ αὐτᾶν πάντα. εἰ | |
| δέ τίς κα ἀνθάπτηται Σωσῶς καὶ Διο- | |
| νυσίας ἐπὶ καταδουλισμῶι, κύριος ἔ- | |
| 20 | στω ὁ παρατυχὼν συλέων ὡς ἐλευθέ- |
| ρας οὔσας ἀζάμιος ὢν καὶ ἀνυπόδικος | |
| πάσας δίκας καὶ ζαμίας. μάρτυροι· οἱ ἱε- | |
| ρεῖς Πραξίας, Ἀνδρόνικος. |