[ ]
Phokis — Delphi — 150-140 BC
1 | ἄρχοντος Δαμοστράτου τοῦ Μενεστράτου μηνὸς Θεο- |
ξενίου, βουλευόντων τὰν δευτέραν ἑξάμηνον Ἀθάμβου τοῦ | |
Ἁβρομάχου, Γλαύκου τοῦ Ξένωνος, γραμματεύοντος Σωξένου | |
τοῦ Ἐχεφύλου, ἐπὶ τοῖσδε ἀπέδοντο Ἀντιγένης καὶ Μνασίθεος καὶ | |
5 | Καλλικράτης τοὶ Διοδώρου υἱοὶ τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα ἀν- |
δρεῖον ὧι ὄνομα Σωτήριχος τὸ γένος Ἀρμένιος, καθὼς ἐπίστευσε Σω- | |
τήριχος τῶι θεῶι τὰν ὠνάν, τιμᾶς ἀργυρίου μνᾶν δεκαοκτώ, καὶ τὰν | |
τιμὰν ἔχοντι πᾶσαν, ἐφ’ {ὅτ} ὧιτε ἐλεύθερον εἶμεν καὶ | |
ἀνέφαπτον ἀπὸ πάντων τὸν πάντα χρόνον, ποιέον- | |
10 | τα ὅ κα θέληι καὶ ἀποτρέχοντα οἷς κα θέλη. βεβαιω- |
τῆρες κατὰ τοὺς νόμους τᾶς πόλιος· [Ε]ὔδοκος Πρα- | |
ξία, Ἀγησίλαος Ταραντίνου. εἰ δέ τις ἅπτοιτο ἐπὶ κα- | |
ταδουλισμῶι Σωτηρίχου, βέβαιον παρεχόντω τὰν | |
ὠνὰν τῶι θεῶι οἵ τε ἀποδόμενοι Ἀντιγένης καὶ Μνα- | |
15 | σίθεος καὶ Καλλικράτης καὶ οἱ βεβαιωτῆρες· εἰ δὲ μὴ |
παρέχοιν τῶι θεῶι βέβαιον τὰν ὠνάν, πράκτιμοι ἐ- | |
όντω κατὸν νόμον τᾶς πόλιος. κύριος δὲ ἔστω, προι- | |
στάμενος Σωτηρίχου καὶ συλέων Σωτήριχον ὁ πα- | |
ρατυχὼν ἐπ’ ἐλευθερίαι ἀζάμιος ἐὼν καὶ ἀνυπόδι- | |
20 | κος πάσας δίκας καὶ ζαμίας. κυριευέτω δὲ καὶ τῶν ἔ- |
χει καὶ κατεσκεύωται φοροφορέων Σωτήριχος πάν- | |
των, καὶ οἱ βεβαιωτῆρες βέβαια παρεχόντω Σωτηρί- | |
χωι πάντα. μάρτυροι· Πυῤῥίας Ἀρχελάου, Ὑβρίας, | |
Σέλευκος, Μνασίας, Ἐπίνικος, Σώστρατος, Γλαῦκος | |
25 | Ξένωνος, Τίμων Καλλικλέος, Ἄθαμβος Ἁβρομάχου, |
Θεύξενος, Λύκος, Ἀρτεμίδωρος, Ἁγίων Κλεοδάμου, Ξε- | |
νόκριτος Στησιμένεος, Ξένων Σωσιξένου, Ἀστό- | |
ξενος καὶ οἱ ἱερεῖς τοῦ Ἀπόλλωνος Ἀνδρόνικος, Πρα- | |
ξίας. |