[ ] Phokis — Delphi — 156-151 BC
1 ἄρχοντος Ἥρυος τοῦ Πλείστωνος μηνὸς Ποιτροπίου,
ἀπέδοτο Μενεκράτηα Μεναίου, συνευδοκέοντος καὶ
τοῦ ὑοῦ {²⁶υἱοῦ}²⁶ Θευδότου, τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα
γυναικεῖον κορίδιον ἇι ὄνομα Καλλικράτηα, τιμᾶς ἀργυ-
5 ρίου στατήρων εἴκοσι πέντε, καὶ τὰν τειμὰν ἔχει πᾶσαν,
[κ]αθὼς ἐπίστευσε Καλλικράτηα τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧι-
[τ]ε ἐλευθέρα εἶμεν καὶ θυγάτηρ Σωσίχ[α]ς καὶ Ἑρμογένεος τοῦ Διοσκου-
ί]δα καὶ ἀνέφαπτος ἀπὸ πάντων τὸν πάντα χρόνον, ποιέουσα ὅ κα θέ-
[λη] καὶ ἀποτρέχουσα οἷς κα θέλη. βεβαιωτὴρ κατὰ τὸν νόμον τᾶς πό-
10 [λιο]ς· Ἄθαμβος Ἀθανίωνος. εἰ δέ τίς κα ἐφάπτηται Καλλικρατείας ἐπὶ
[κατα]δουλισμῶι, βέβαιον παρεχόντων τῶι θεῶι τὰν ὠνὰν ἅ τε ἀποδο-
[μένα] Μενεκράτηα καὶ ὁ ὑὸς αὐτᾶς Θεύδοτος καὶ ὁ βεβαιωτὴρ Ἄθαμβος Ἀθανίω-
[νος· ε]ἰ δὲ μὴ παρέχοιν βέβαιον τὰν ὠνὰν τῶι θεῶι, πράκτιμοι ἐόντω κατὰ
[τὸν] νόμον τᾶς πόλιος. ὁμοίως δὲ καὶ οἱ παρατυγχάνοντες κύριοι ἐόντω συ-
15 [λέον]τες Καλλικράτηαν ὡς ἐλευθέραν ἐοῦσαν ἀζάμιοι ἐόντες καὶ ἀνυπό-
[δικοι π]άσας δίκας καὶ ζαμίας. μάρτυροι· οἱ ἱερεῖς τοῦ Ἀπόλλωνος Ἀμύντας,
[Ἀνδρό]νικος καὶ οἱ ἄρχοντες Ξενέας, Δεξώνδας Πολυκράτεος, Ἀριστό-
[βουλο]ς Πάτρωνος, ἰδιῶται Διονύσιος, Τιμόκριτος, Ἄθαμβος Ἀθανί-
[ωνος].
Search Help
Contact Us