[ ]
Phokis — Delphi — 156-151 BC
1 | ἄρχοντος Φιλοκράτεος τοῦ Ξένωνος μηνὸς Ἐνδυσποιτροπίου, ἀπέδοτο Κλύ- |
τα τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναικεῖον ἇι ὄνομα Ἀθηναιῒς τὸ γένος Μακέταν, | |
τιμᾶς ἀργυρίου μνᾶν τριῶν, καθὼς ἐπίστευσε Ἀθηναιῒς τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε | |
ἐλευθέρα εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάντων τὸμ πάντα χρόνον, ποιέουσα ὅ κα θέληι κα[ὶ] | |
5 | ἀποτρέχουσα οἷς κα θέλη. βεβαιωτὴρ κατὰ τὸν νόμον τᾶς πόλιος· Νικόμαχος Δεξίπ- |
που. εἰ δέ τις ἅπτοιτο ἐπὶ καταδουλισμῶι Ἀθηναΐδος, βέβαιον παρεχέτω τὰν ὠνὰν τῶι | |
θεῶι ἅ τε ἀποδομένα Κλύτα καὶ ὁ βεβαιωτὴρ Νικόμαχος· εἰ δὲ μὴ παρέχοιν βέβαιον τὰν | |
ὠνὰν τῶι θεῶι, πράκτιμοι ἐόντων κατὰ τὸν νόμον τᾶς πόλιος. ὁμοίως δὲ καὶ οἱ παρα- | |
τυγχάνοντες κύριοι ἐόντων συλέοντες Ἀθηναιΐδα ὡς ἐλευθέραν ἐοῦσαν ἀζάμιοι ἐ- | |
10 | όντες καὶ ἀνυπόδικοι πάσας δίκας καὶ ζαμίας. παραμεινάτω δὲ Ἀθηναιῒς παρὰ Κλύ- |
ταν ἄχρι οὗ κα ζώη Κλύτα {ν} ποιέουσα τὸ ποτιτασσόμενον πᾶν τὸ δυνατόν· εἰ δὲ μὴ | |
ποιέοι τὸ ποτιτασσόμενον, κυρία ἔστω Κλύτα κολάζουσα τρόπω ὧ κα αὐ- | |
τὰ θέλη. μάρτυροι· ὁ ἱερεὺς τοῦ Ἀπόλλωνος Ἀνδρόνικος καὶ οἱ ἄρχον- | |
τες Ἀστόξενος Διονυσίου, Ἀριστίων Ἄγωνος καὶ ἰδιῶται Πολύων | |
15 | Τιμοκλέος, Ἰατάδας. |