[ ] Phokis — Delphi — 156-151 BC
1 ἄρχοντος ἐν Ἀμφίσσαι Εὐάρχου τοῦ Σωκράτεος μηνὸ[ς]
Ἀμῶνος, ἐν Δελφοῖς δὲ ἄρχοντος Ἥρυος μηνὸς Ἰλαίου, ἐπὶ
τ[ο]ῖσδε ἀπέδοτο Μοσκίων Κλεαινέτου, Κλέων Ἀρίστωνος
Ἀμφισσεῖς τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα ἀνδρεῖον
5 ὧι ὄ[νο]μα Δημήτριος τὸ γένος Φρύγα, τιμᾶς ἀργυρίου μνᾶν
πέντε, κ[α]ὶ τὰν τιμὰν ἔχοντι πᾶσαν, καθὼς ἐπίστευσε Δημή-
τριος τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλεύ<θε>ρος εἶμεν καὶ ἀνέφαπτος
ἀπὸ πάντων τὸμ πάντα βίον, ποιέων ὅ κα θέλη καὶ ἀποτρέχων οἷς κα θέ-
λη. βεβαιωτῆρες κατὰ τὸν νόμον <καὶ> κατὰ τὸ σύνβολον· Ξένων Εὐαινέ-
10 του Ἀμφισσ[ε]ύς, Ἀντιχάρης Ἀζαράτου Δελφός. εἰ δέ τίς κα ἅπτηται Δημητρί-
ου ἐπὶ καταδουλισμῶι, βέβαιον παρεχόντων τῶι θεῶι τὰν ὠνὰν οἵ τε ἀ-
ποδόμενο[ι] καὶ οἱ βεβαιωτῆρες· εἰ δέ κα μὴ παρέχωντι, πράκτιμοι ἐόντων κα-
τὰ τὸν ν[ό]μον. ὁμοίως δὲ καὶ οἱ παρατυγχάνοντες κύριοι ἐόντων συλέοντες
ὡς ἐλεύθερον ἐόντα ἀζάμιοι ἐόντες καὶ ἀνυπόδικοι πάσας δίκας καὶ ζαμίας. μάρ-
15 τυροι· Δαμύλος, Μελίτων, Ἀρίστων, Νικίας, Κλέανδρος, Ἀμύντας, Καλλίμαχος, Πλείσταρ-
χος Ἀμφι[σ]σεῖς, Ἀντιχάρης Ἀζαράτου, Τιμόκριτος Δελφοί.
Search Help