[ ] Phokis — Delphi — 156-151 BC
1 [ἄρχον]τος Φιλοκράτεος μηνὸς Ποιτροπίου, ἀπέδοτο
[Δαμὼ Τ]ιμαγόρου, συνευδοκεόντων τᾶς θυγατέρος
[αὐτᾶς Νι]κίου καὶ τῶν τᾶς θυγατέρος υἱῶν Λυκίσκου,
[Ξένωνος], τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναι-
5 [κεῖον ἇι ὄνο]μα Βολλίθα τὸ γένος οἰκογενῆ, τιμᾶς ἀργυ-
[ρίου μνᾶν δύο], καὶ τὰν τιμὰν ἔχει, καθὼς ἐπίστευσε τὰν ὠνὰν
[Βολλίθα τῶι θεῶι, ἐφ’] ὅτωι ἐλευθέραν εἶμεν καὶ ἀνέφαπτον τὸμ πάν-
[τα βίον, ποιέουσα ὅ κ]α θέληι καὶ ἀποτρέχουσα οἷς κα θέλη. βεβαιωτὴρ
[κατὰ τὸν νόμον· Βάκχιος] Ἄγρωνος. μάρτυροι· τῶν ἀρχόντων Ἀλκῖ-
10 [νος, Βάκχιος, ἰδιῶται] Δαμ[ένη]ς, Ἀνδρομένης Βαβύλου.
Search Help