[ ] Phokis — Delphi — 156-151 BC
1 [ἄρχοντ]ο[ς ἐν Ἀμφίσσαι Δω]-
[ροθέου] μη[νὸς Ἀγραστυῶ]-
[νος, ἐν Δ]ε[λφοῖς δὲ ἄρχον]-
[τος Φιλοκράτεος μη]-
5 [νὸς Βου]κ[ατίου, ἀπέ]δοτο
[Λύκωπος Ἀμφισσε]ὺς τῶ Ἀ-
π[όλλωνι τῶ Πυθί]ω σῶμα
γυ[ναικεῖον ἇι ὄνομ]α Ἀρίστι-
ον γ[ένος οἰκο]γενῆ, τιμᾶς
10 ἀργυ[ρί]ο[υ μνᾶν] τριῶν, τὰν τι-
μ[ὰ]ν ἔχει, ὥ[στε ἐλ]ευθέραν εἶμεν Ἀ-
ρίστιον καὶ [ἀνέ]φαπτον ἀπὸ πάν-
των, καθὼς αὐ[τ][ἐπί]στευσε Ἀρίστιον
τῶ θεῶ. βεβαιωτήρ· [Π]αγκλῆς Λαάρχου Ἀμ-
15 φισσεύς. ἁ ὠνὰ ἐν τῶ ἱερῶ καὶ παρὰ τὸν να-
κόρον Μένητα καὶ ἀντίγραφον παρὰ Παγκλῆ.
μάρτυροι· οἱ ἱερεὺς Ἀνδρόνικος καὶ ὁ νακόρος
[Μέ]νης καὶ ἰδιῶται Παγκλῆς, Τίμων, Δωρόθεος,
[Θεό]τιμος.
Search Help