SGDI II 1912
[ ] Phokis — Delphi — 156-151 BC
1 ἄρχοντος ἐν Ἀμφίσσα Δωροθέου μηνὸς Ἀγραστυῶνος, ἐν Δελφοῖ-
ς δὲ ἄρχοντος Φιλοκράτεος μηνὸς Βουκατίου, ἀπέδοτο Δαμαίνετος
Ἀριστοβούλου Ἀμφισσεὺς τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναικεῖον
ἇι ὄνομα Φυσίς, ἃν ἐπρίατο αὐτὸς παρὰ Ἀριστάρχου καὶ Δαμῶς Ἐριναίων,
5 τιμᾶς ἀργυρίου μνᾶν τριῶν, τὰν τιμὰν ἔχει, ὥστε ἐλευθέραν εἶμεν
καὶ ἀνέφαπτον ἀπὸ πάντων, καθὼς αὐτὰ ἐπίστευσε Φυσὶς τῶ θεῶ.
βεβαιωτήρ· Λύκωπος Λύκου Ἀμφισσεύς. ἁ ὠνὰ ἐν τῶ ἱερῶι καὶ παρὰ τὸν
νακόρον Μένητα καὶ ἀντιγραφὰ παρὰ Πανκλῆ. μάρτυροι· ὁ ἱερεὺς
Ἀνδρόνικος καὶ ὁ νακόρος Μένης καὶ ἰδιῶται Πανκλῆς, Τίμων,
10 Δωρόθεος, Θεότιμος.
Search Help
Contact Us