[ ] Phokis — Delphi — 156-151 BC
1 στραταγέοντος τῶν Αἰτωλῶν Ἀλεξάνδρου Κα-
λυδωνίου μηνὸς Λαφριαίου, τῶν δὲ Λοκρῶν ἀγωνο-
θετέοντος Τελεσάρχου τοῦ Δαμοτέλεος μηνὸς Δι-
νῶνος, ἐν δ’ Οἰανθείαι ἄρχοντος Ἁρμοδάμου μηνὸς
5 Ἀπελλαίου, ἐν δὲ Δελφοῖς ἄρχοντος Φιλοκράτεος
μηνὸς Ποιτροπίου τοῦ πρώτου, ἀπέδοτο Ἀρίστων Δη-
μητρίου, Θεόδοτος Ἀρίστωνος Οἰανθεῖς τοῖ Ἀπόλλω-
νι τοῖ Πυθίοι σῶμα ἀνδρεῖον ἐπ’ ἐλευθερίαι ὧι ὄνομα
Νικόστρατος τὸ γένος ἐξ Ἄνεος, τιμᾶς ἀργυρίου
10 μνᾶν τεσσάρων. βεβαιωτῆρες κατὰ τοὺς νόμους· Λέ-
ων Πυθέα Οἰανθεύς, Ἁρμόξενος Πολυπείθεος Στράτι-
ος. μάρτυροι· Ξενίας, Λέων Δάμωνος Ἀρσινοεῖς, Λέων
Πυθέα Οἰανθεύς, Ξενοκράτης Εὐδαμίδα Χα-
ληεύς, Ξενοκράτης Ξενοκράτεος, Ἁρμόξενος
15 Πολύφρων Πολυπείθεος, Ἀρίστων Πύῤῥου, Τί-
μων Τιμοθέου Στράτιοι, Θεύδοτος Ἀριστίω-
νος Οἰανθεὺς, Ξενόκριτος Ποτάμωνος Τριχο-
νεύς. τὰν ὠνὰν φυλάσσοντι Πολύφρων
Πολυπείθεος Στράτιος, Ἀρίστων Πύῤῥου
20 Στράτιος.
Search Help